Reading Mode Quiz Mode


Book1
271
ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
Book1
272
ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ᾽ ἄνθρωποι,
Book1
273
Πεμφρηδώ τ᾽ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
Book1
274
Γοργούς θ᾽, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
Book1
275
ἐσχατιῇ πρὸς Νυκτός, ἵν᾽ Ἑσπερίδες λιγύφωνοι,
Book1
276
Σθεννώ τ᾽ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
Book1
277
μὲν ἔην θνητή, αἳ δ᾽ ἀθάνατοι καὶ ἀγήρῳ,
Book1
278
αἱ δύο: τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
Book1
279
ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
Book1
280
τῆς δ᾽ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
Book1
281
ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.
Book1
282
τῷ μὲν ἐπώνυμον ἦεν, ὅτ᾽ Ὠκεανοῦ περὶ πηγὰς
Book1
283
γένθ᾽, δ᾽ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
Book1
284
χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,
Book1
285
ἵκετ᾽ ἐς ἀθανάτους: Ζηνὸς δ᾽ ἐν δώμασι ναίει
Book1
286
βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.
Book1
287
Χρυσάωρ δ᾽ ἔτεκεν τρικέφαλον Γηρυονῆα
Book1
288
μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
Book1
289
τὸν μὲν ἄρ᾽ ἐξενάριξε βίη Ἡρακληείη
Book1
290
βουσὶ παρ᾽ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
Book1
291
ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
Book1
292
Τίρυνθ᾽ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
Book1
293
Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
Book1
294
σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
Book1
295
δ᾽ ἔτεκ᾽ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
Book1
296
θνητοῖς ἀνθρώποις οὐδ᾽ ἀθανάτοισι θεοῖσιν,
Book1
297
σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον᾽ Ἔχιδναν,
Book1
298
ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
Book1
299
ἥμισυ δ᾽ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
Book1
300
αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.


Hesiod. The Homeric Hymns and Homerica with an English Translation by Hugh G. Evelyn-White. Theogony. Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project