Reading Mode Quiz Mode


Book1
301
ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
Book1
302
τηλοῦ ἀπ᾽ ἀθανάτων τε θεῶν θνητῶν τ᾽ ἀνθρώπων:
Book1
303
ἔνθ᾽ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
Book1
304
Book1
304
Book1
304
δ᾽ ἔρυτ᾽ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
Book1
305
ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
Book1
306
τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
Book1
307
δεινόν θ᾽ ὑβριστήν τ᾽ ἄνομόν θ᾽ ἑλικώπιδι κούρῃ:
Book1
308
δ᾽ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
Book1
309
Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι:
Book1
310
δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν
Book1
311
Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
Book1
312
πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε:
Book1
313
τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν
Book1
314
Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
Book1
315
ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
Book1
316
καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
Book1
317
Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
Book1
318
Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
Book1
319
δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
Book1
320
δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε:
Book1
321
τῆς δ᾽ ἦν τρεῖς κεφαλαί: μία μὲν χαροποῖο λέοντος,
Book1
322
δὲ χιμαίρης, δ᾽ ὄφιος, κρατεροῖο δράκοντος,
Book1
323
[ πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
Book1
324
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο. ]
Book1
325
τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
Book1
326
δ᾽ ἄρα Φῖκ᾽ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
Book1
327
Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,
Book1
328
τόν ῥ᾽ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
Book1
329
γουνοῖσιν κατένασσε Νεμείης, πῆμ᾽ ἀνθρώποις.
Book1
330
ἔνθ᾽ ἄρ᾽ οἰκείων ἐλεφαίρετο φῦλ᾽ ἀνθρώπων,


Hesiod. The Homeric Hymns and Homerica with an English Translation by Hugh G. Evelyn-White. Theogony. Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project