Reading Mode Quiz Mode


Book1
481
ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
Book1
482
πρώτην ἐς Λύκτον: κρύψεν δέ χερσὶ λαβοῦσα
Book1
483
ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
Book1
484
Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
Book1
485
τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
Book1
486
Οὐρανίδῃ μέγ᾽ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
Book1
487
τὸν τόθ᾽ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
Book1
488
σχέτλιος: οὐδ᾽ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
Book1
489
ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
Book1
490
λείπεθ᾽, μιν τάχ᾽ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
Book1
491
τιμῆς ἐξελάειν, δ᾽ ἐν ἀθανάτοισι ἀνάξειν.
Book1
492
Book1
492
Book1
492
καρπαλίμως δ᾽ ἄρ᾽ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
Book1
493
ηὔξετο τοῖο ἄνακτος: ἐπιπλομένων δ᾽ ἐνιαυτῶν
Book1
494
Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
Book1
495
ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
Book1
496
[ νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο. ]
Book1
497
πρῶτον δ᾽ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν:
Book1
498
τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
Book1
499
Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
Book1
500
σῆμ᾽ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
Book1
501
λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
Book1
502
Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν:
Book1
503
οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
Book1
504
δῶκαν δὲ βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνὸν
Book1
505
καὶ στεροπήν: τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει:
Book1
506
τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
Book1
507
Book1
507
Book1
507
κούρην δ᾽ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
Book1
508
ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
Book1
509
δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα:
Book1
510
τίκτε δ᾽ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα


Hesiod. The Homeric Hymns and Homerica with an English Translation by Hugh G. Evelyn-White. Theogony. Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project