Reading Mode Quiz Mode


Book1
661
τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ
Book1
662
ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
Book1
663
μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
Book1
664
ὣς φάτ᾽: ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
Book1
665
μῦθον ἀκούσαντες: πολέμου δ᾽ ἐλιλαίετο θυμὸς
Book1
666
μᾶλλον ἔτ᾽ τὸ πάροιθε: μάχην δ᾽ ἀμέγαρτον ἔγειραν
Book1
667
πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,
Book1
668
Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
Book1
669
οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
Book1
670
δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
Book1
671
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντο
Book1
672
πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
Book1
673
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
Book1
674
οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
Book1
675
πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
Book1
676
Τιτῆνες δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
Book1
677
προφρονέως, χειρῶν τε βίης θ᾽ ἅμα ἔργον ἔφαινον
Book1
678
ἀμφότεροι: δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
Book1
679
γῆ δὲ μέγ᾽ ἐσμαράγησεν, ἐπέστενε δ᾽ οὐρανὸς εὐρὺς
Book1
680
σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
Book1
681
ῥιπῇ ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἵκανε βαρεῖα
Book1
682
Τάρταρον ἠερόεντα, ποδῶν τ᾽ αἰπεῖα ἰωὴ
Book1
683
ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων:
Book1
684
ὣς ἄρ᾽ ἐπ᾽ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
Book1
685
φωνὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ οὐρανὸν ἀστερόεντα
Book1
686
κεκλομένων: οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
Book1
687
Book1
687
Book1
687
οὐδ᾽ ἄρ᾽ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
Book1
688
εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
Book1
689
φαῖνε βίην: ἄμυδις δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανοῦ ἠδ᾽ ἀπ᾽ Ὀλύμπου
Book1
690
ἀστράπτων ἔστειχε συνωχαδόν: οἱ δὲ κεραυνοὶ


Hesiod. The Homeric Hymns and Homerica with an English Translation by Hugh G. Evelyn-White. Theogony. Cambridge, MA.,Harvard University Press; London, William Heinemann Ltd. 1914.
The Annenberg CPB/Project provided support for entering this text.
XML for this text provided by Trustees of Tufts University Perseus Project